Biology & medicine · c. 400 BC
The Hippocratic Oath
The Hippocratic Oath
- Source
- archive.org
- Retrieved
- 27 September 2026
- License
- Public domain
- Rights holder
- Émile Littré (edition), 1844
- Language
- Greek
About this edition and its rights
Edition
Greek text of the Oath in Émile Littré, Œuvres complètes d’Hippocrate, tome IV (Paris, J.-B. Baillière, 1844), pp. 628, 630 and 632, from the scan of the University of Toronto copy on the Internet Archive. The text of the Greek Wikisource (el.wikisource.org, page “Ιπποκράτειος όρκος”), which follows this edition, served as a base and was checked letter by letter against the scan: Littré’s diaeresis is restored in χρηΐζοντι, χρηΐζωσι and θεραπηΐης, and his raised dots (·) after τήνδε, τοιήνδε and χρόνον, where Wikisource has none or full stops. Littré’s heading ΟΡΚΟΣ is the title of the poster; his superscript note numbers and critical notes, and his French translation on the facing pages, are left out; words hyphenated at line ends are joined. The Oath is one paragraph, as printed.
Rights
An ancient Greek text, which Littré assigns to the age of Hippocrates (“l’âge hippocratique”, tome IV, p. 611); he dates the birth of Hippocrates to 460 BC (tome I, 1839, p. 34). The edition used was published in 1844, before 1931, and its editor, Émile Littré, died in 1881, before 1956: public domain in France and in the United States.
The Internet Archive marks the scan NOT_IN_COPYRIGHT. The Greek Wikisource, whose text was checked against it, states in its footer: “Όλα τα κείμενα είναι διαθέσιμα υπό την Άδεια Creative Commons Αναφορά Δημιουργού-Παρόμοια Διανομή 4.0· μπορεί να ισχύουν πρόσθετοι όροι.” A letter-for-letter transcription of a public domain text adds no protected work.
Ὄμνυμι Ἀπόλλωνα ἰητρὸν, καὶ Ἀσκληπιὸν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε· ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηΐζοντι μετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄῤῥεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηΐζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι, καὶ τοῖσι τοῦ ἐμὲ διδάξαντος, καὶ μαθηταῖσι συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί. Διαιτήμασί τε χρήσομαι ἐπ’ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν. Οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι ξυμβουλίην τοιήνδε· ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω. Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν ἐμήν. Οὐ τεμέω δὲ οὐδὲ μὴν λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε. Ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ’ ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων. Ἃ δ’ ἂν ἐν θεραπείῃ ἢ ἴδω, ἢ ἀκούσω, ἢ καὶ ἄνευ θεραπηΐης κατὰ βίον ἀνθρώπων, ἃ μὴ χρή ποτε ἐκλαλέεσθαι ἔξω, σιγήσομαι, ἄῤῥητα ἡγεύμενος εἶναι τὰ τοιαῦτα. Ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ μὴ ξυγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον· παραβαίνοντι δὲ καὶ ἐπιορκοῦντι, τἀναντία τουτέων.